Mark 16
Study Bible

Καὶ  διαγενομένου  τοῦ  σαββάτου  (ἡ)  Μαρία    Μαγδαληνὴ  καὶ  Μαρία    τοῦ  Ἰακώβου  καὶ  Σαλώμη  ἠγόρασαν  ἀρώματα  ἵνα  ἐλθοῦσαι  ἀλείψωσιν  αὐτόν.  καὶ  λίαν  πρωῒ  τῇ  μιᾷ  τῶν  σαββάτων  ἔρχονται  ἐπὶ  τὸ  μνημεῖον*,  ἀνατείλαντος  τοῦ  ἡλίου.  καὶ  ἔλεγον  πρὸς  ἑαυτάς  Τίς  ἀποκυλίσει  ἡμῖν  τὸν  λίθον  ἐκ  τῆς  θύρας  τοῦ  μνημείου;  καὶ  ἀναβλέψασαι  θεωροῦσιν  ὅτι  ἀποκεκύλισται*    λίθος·  ἦν  γὰρ  μέγας  σφόδρα.  καὶ  εἰσελθοῦσαι  εἰς  τὸ  μνημεῖον  εἶδον  νεανίσκον  καθήμενον  ἐν  τοῖς  δεξιοῖς  περιβεβλημένον  στολὴν  λευκήν,  καὶ  ἐξεθαμβήθησαν.    δὲ  λέγει  αὐταῖς  Μὴ  ἐκθαμβεῖσθε·  Ἰησοῦν  ζητεῖτε  τὸν  Ναζαρηνὸν  τὸν  ἐσταυρωμένον·  ἠγέρθη,  οὐκ  ἔστιν  ὧδε·  ἴδε    τόπος  ὅπου  ἔθηκαν  αὐτόν.  ἀλλὰ  ὑπάγετε  εἴπατε  τοῖς  μαθηταῖς  αὐτοῦ  καὶ  τῷ  Πέτρῳ  ὅτι  Προάγει  ὑμᾶς  εἰς  τὴν  Γαλιλαίαν·  ἐκεῖ  αὐτὸν  ὄψεσθε,  καθὼς  εἶπεν  ὑμῖν.  καὶ  ἐξελθοῦσαι  ἔφυγον  ἀπὸ  τοῦ  μνημείου,  εἶχεν  γὰρ  αὐτὰς  τρόμος  καὶ  ἔκστασις·  καὶ  οὐδενὶ  οὐδὲν  εἶπαν·  ἐφοβοῦντο  γάρ. 

Jesus Appears to Mary Magdalene

«Ἀναστὰς  δὲ  πρωῒ  πρώτῃ  σαββάτου  ἐφάνη  πρῶτον  Μαρίᾳ  τῇ  Μαγδαληνῇ,  παρ’  ἧς  ἐκβεβλήκει  ἑπτὰ  δαιμόνια.  10 ἐκείνη  πορευθεῖσα  ἀπήγγειλεν  τοῖς  μετ’  αὐτοῦ  γενομένοις  πενθοῦσι  καὶ  κλαίουσιν·  11 κἀκεῖνοι  ἀκούσαντες  ὅτι  ζῇ  καὶ  ἐθεάθη  ὑπ’  αὐτῆς  ἠπίστησαν. 

Jesus Appears to Two Disciples

12 Μετὰ  δὲ  ταῦτα  δυσὶν  ἐξ  αὐτῶν  περιπατοῦσιν  ἐφανερώθη  ἐν  ἑτέρᾳ  μορφῇ  πορευομένοις  εἰς  ἀγρόν·  13 κἀκεῖνοι  ἀπελθόντες  ἀπήγγειλαν  τοῖς  λοιποῖς·  οὐδὲ  ἐκείνοις  ἐπίστευσαν. 

The Great Commission

14 Ὕστερον  δὲ  ἀνακειμένοις  αὐτοῖς  τοῖς  ἕνδεκα  ἐφανερώθη,  καὶ  ὠνείδισεν  τὴν  ἀπιστίαν  αὐτῶν  καὶ  σκληροκαρδίαν  ὅτι  τοῖς  θεασαμένοις  αὐτὸν  ἐγηγερμένον  (ἐκ  νεκρῶν)  οὐκ  ἐπίστευσαν.  15 καὶ  εἶπεν  αὐτοῖς  Πορευθέντες  εἰς  τὸν  κόσμον  ἅπαντα  κηρύξατε  τὸ  εὐαγγέλιον  πάσῃ  τῇ  κτίσει.  16   πιστεύσας  καὶ  βαπτισθεὶς  σωθήσεται,    δὲ  ἀπιστήσας  κατακριθήσεται.  17 σημεῖα  δὲ  τοῖς  πιστεύσασιν  ταῦτα  παρακολουθήσει,  ἐν  τῷ  ὀνόματί  μου  δαιμόνια  ἐκβαλοῦσιν,  γλώσσαις  λαλήσουσιν  καιναῖς,  18 [και  ἐν  ταῖς  χερσὶν]  ὄφεις  ἀροῦσιν  κἂν  θανάσιμόν  τι  πίωσιν  οὐ  μὴ  αὐτοὺς  βλάψῃ,  ἐπὶ  ἀρρώστους  χεῖρας  ἐπιθήσουσιν  καὶ  καλῶς  ἕξουσιν. 

The Ascension

19   μὲν  οὖν  Κύριος  Ἰησοῦς  μετὰ  τὸ  λαλῆσαι  αὐτοῖς  ἀνελήμφθη  εἰς  τὸν  οὐρανὸν  καὶ  ἐκάθισεν  ἐκ  δεξιῶν  τοῦ  Θεοῦ.  20 ἐκεῖνοι  δὲ  ἐξελθόντες  ἐκήρυξαν  πανταχοῦ,  τοῦ  Κυρίου  συνεργοῦντος  καὶ  τὸν  λόγον  βεβαιοῦντος  διὰ  τῶν  ἐπακολουθούντων  σημείων».]] ⇔  «[πάντα  δὲ  τὰ  παρηγγελμένα  τοῖς  περὶ  τὸν  Πέτρον  συντόμως  ἐξήγγειλαν  μετὰ  δὲ  ταῦτα  καὶ  αὐτὸς    Ἰησοῦς  ἀπὸ  ἀνατολῆς  καὶ  ἄχρι  δύσεως  ἐξαπέστειλεν  δι’  αὐτῶν  τὸ  ἱερὸν  καὶ  ἄφθαρτον  κήρυγμα  τῆς  αἰωνίου  σωτηρίας  ἀμήν]» 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Mark 15
Top of Page
Top of Page