1 Peter 1
Study Bible
Greetings from Peter

Πέτρος  ἀπόστολος  Ἰησοῦ  Χριστοῦ  ἐκλεκτοῖς  παρεπιδήμοις  Διασπορᾶς  Πόντου,  Γαλατίας,  Καππαδοκίας,  Ἀσίας,  καὶ  Βιθυνίας,  κατὰ  πρόγνωσιν  Θεοῦ  Πατρός,  ἐν  ἁγιασμῷ  Πνεύματος,  εἰς  ὑπακοὴν  καὶ  ῥαντισμὸν  αἵματος  Ἰησοῦ  Χριστοῦ·  χάρις  ὑμῖν  καὶ  εἰρήνη  πληθυνθείη. 

A Living Hope

Εὐλογητὸς    Θεὸς  καὶ  Πατὴρ  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ  Χριστοῦ,    κατὰ  τὸ  πολὺ  αὐτοῦ  ἔλεος  ἀναγεννήσας  ἡμᾶς  εἰς  ἐλπίδα  ζῶσαν  δι’  ἀναστάσεως  Ἰησοῦ  Χριστοῦ  ἐκ  νεκρῶν,  εἰς  κληρονομίαν  ἄφθαρτον  καὶ  ἀμίαντον  καὶ  ἀμάραντον,  τετηρημένην  ἐν  οὐρανοῖς  εἰς  ὑμᾶς  τοὺς  ἐν  δυνάμει  Θεοῦ  φρουρουμένους  διὰ  πίστεως  εἰς  σωτηρίαν  ἑτοίμην  ἀποκαλυφθῆναι  ἐν  καιρῷ  ἐσχάτῳ.  ἐν    ἀγαλλιᾶσθε,  ὀλίγον  ἄρτι  εἰ  δέον  [ἐστὶν]  λυπηθέντες  ἐν  ποικίλοις  πειρασμοῖς,  ἵνα  τὸ  δοκίμιον  ὑμῶν  τῆς  πίστεως  πολυτιμότερον  χρυσίου  τοῦ  ἀπολλυμένου,  διὰ  πυρὸς  δὲ  δοκιμαζομένου,  εὑρεθῇ  εἰς  ἔπαινον  καὶ  δόξαν  καὶ  τιμὴν  ἐν  ἀποκαλύψει  Ἰησοῦ  Χριστοῦ·  ὃν  οὐκ  ἰδόντες  ἀγαπᾶτε,  εἰς  ὃν  ἄρτι  μὴ  ὁρῶντες  πιστεύοντες  δὲ  ἀγαλλιᾶσθε  χαρᾷ  ἀνεκλαλήτῳ  καὶ  δεδοξασμένῃ,  κομιζόμενοι  τὸ  τέλος  τῆς  πίστεως  ‹ὑμῶν›  σωτηρίαν  ψυχῶν. 

10 περὶ  ἧς  σωτηρίας  ἐξεζήτησαν  καὶ  ἐξηραύνησαν  προφῆται  οἱ  περὶ  τῆς  εἰς  ὑμᾶς  χάριτος  προφητεύσαντες,  11 ἐραυνῶντες  εἰς  τίνα    ποῖον  καιρὸν  ἐδήλου  τὸ  ἐν  αὐτοῖς  Πνεῦμα  Χριστοῦ  προμαρτυρόμενον  τὰ  εἰς  Χριστὸν  παθήματα  καὶ  τὰς  μετὰ  ταῦτα  δόξας·  12 οἷς  ἀπεκαλύφθη  ὅτι  οὐχ  ἑαυτοῖς  ὑμῖν  δὲ  διηκόνουν  αὐτά,    νῦν  ἀνηγγέλη  ὑμῖν  διὰ  τῶν  εὐαγγελισαμένων  ὑμᾶς  ἐν  Πνεύματι  Ἁγίῳ  ἀποσταλέντι  ἀπ’  οὐρανοῦ,  εἰς    ἐπιθυμοῦσιν  ἄγγελοι  παρακύψαι. 

A Call to Be Holy

13 Διὸ  ἀναζωσάμενοι  τὰς  ὀσφύας  τῆς  διανοίας  ὑμῶν,  νήφοντες,  τελείως,  ἐλπίσατε  ἐπὶ  τὴν  φερομένην  ὑμῖν  χάριν  ἐν  ἀποκαλύψει  Ἰησοῦ  Χριστοῦ.  14 ὡς  τέκνα  ὑπακοῆς,  μὴ  συσχηματιζόμενοι  ταῖς  πρότερον  ἐν  τῇ  ἀγνοίᾳ  ὑμῶν  ἐπιθυμίαις,  15 ἀλλὰ  κατὰ  τὸν  καλέσαντα  ὑμᾶς  ἅγιον  καὶ  αὐτοὶ  ἅγιοι  ἐν  πάσῃ  ἀναστροφῇ  γενήθητε,  16 διότι  γέγραπται  ‹ὅτι›  Ἅγιοι  ἔσεσθε,  ὅτι  ἐγὼ  ἅγιος.  [εἰμι] 

17 καὶ  εἰ  Πατέρα  ἐπικαλεῖσθε  τὸν  ἀπροσωπολήμπτως  κρίνοντα  κατὰ  τὸ  ἑκάστου  ἔργον,  ἐν  φόβῳ  τὸν  τῆς  παροικίας  ὑμῶν  χρόνον  ἀναστράφητε,  18 εἰδότες  ὅτι  οὐ  φθαρτοῖς,  ἀργυρίῳ    χρυσίῳ,  ἐλυτρώθητε  ἐκ  τῆς  ματαίας  ὑμῶν  ἀναστροφῆς  πατροπαραδότου,  19 ἀλλὰ  τιμίῳ  αἵματι  ὡς  ἀμνοῦ  ἀμώμου  καὶ  ἀσπίλου  Χριστοῦ,  20 προεγνωσμένου  μὲν  πρὸ  καταβολῆς  κόσμου,  φανερωθέντος  δὲ  ἐπ’  ἐσχάτου  τῶν  χρόνων  δι’  ὑμᾶς  21 τοὺς  δι’  αὐτοῦ  πιστοὺς  εἰς  Θεὸν  τὸν  ἐγείραντα  αὐτὸν  ἐκ  νεκρῶν  καὶ  δόξαν  αὐτῷ  δόντα,  ὥστε  τὴν  πίστιν  ὑμῶν  καὶ  ἐλπίδα  εἶναι  εἰς  Θεόν. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

James 5
Top of Page
Top of Page