Titus 2
Study Bible
Teaching Sound Doctrine

Σὺ  δὲ  λάλει    πρέπει  τῇ  ὑγιαινούσῃ  διδασκαλίᾳ.  πρεσβύτας  νηφαλίους  εἶναι,  σεμνούς,  σώφρονας,  ὑγιαίνοντας  τῇ  πίστει,  τῇ  ἀγάπῃ,  τῇ  ὑπομονῇ· 

πρεσβύτιδας  ὡσαύτως  ἐν  καταστήματι  ἱεροπρεπεῖς,  μὴ  διαβόλους  μηδὲ  οἴνῳ  πολλῷ  δεδουλωμένας,  καλοδιδασκάλους,  ἵνα  σωφρονίζωσιν  τὰς  νέας  φιλάνδρους  εἶναι,  φιλοτέκνους,  σώφρονας,  ἁγνάς,  οἰκουργούς,  ἀγαθάς,  ὑποτασσομένας  τοῖς  ἰδίοις  ἀνδράσιν,  ἵνα  μὴ    λόγος  τοῦ  Θεοῦ  βλασφημῆται. 

Τοὺς  νεωτέρους  ὡσαύτως  παρακάλει  σωφρονεῖν  περὶ  πάντα,  σεαυτὸν  παρεχόμενος  τύπον  καλῶν  ἔργων,  ἐν  τῇ  διδασκαλίᾳ  ἀφθορίαν,  σεμνότητα,  λόγον  ὑγιῆ  ἀκατάγνωστον,  ἵνα    ἐξ  ἐναντίας  ἐντραπῇ  μηδὲν  ἔχων  λέγειν  περὶ  ἡμῶν  φαῦλον. 

δούλους  ἰδίοις  δεσπόταις  ὑποτάσσεσθαι  ἐν  πᾶσιν,  εὐαρέστους  εἶναι,  μὴ  ἀντιλέγοντας,  10 μὴ  νοσφιζομένους,  ἀλλὰ  πᾶσαν  πίστιν  ἐνδεικνυμένους  ἀγαθήν,  ἵνα  τὴν  διδασκαλίαν  τὴν  τοῦ  Σωτῆρος  ἡμῶν  Θεοῦ  κοσμῶσιν  ἐν  πᾶσιν. 

God's Grace Brings Salvation

11 Ἐπεφάνη  γὰρ    χάρις  τοῦ  Θεοῦ  σωτήριος  πᾶσιν  ἀνθρώποις,  12 παιδεύουσα  ἡμᾶς,  ἵνα  ἀρνησάμενοι  τὴν  ἀσέβειαν  καὶ  τὰς  κοσμικὰς  ἐπιθυμίας  σωφρόνως  καὶ  δικαίως  καὶ  εὐσεβῶς  ζήσωμεν  ἐν  τῷ  νῦν  αἰῶνι,  13 προσδεχόμενοι  τὴν  μακαρίαν  ἐλπίδα  καὶ  ἐπιφάνειαν  τῆς  δόξης  τοῦ  μεγάλου  Θεοῦ  καὶ  Σωτῆρος  ἡμῶν  Χριστοῦ ⇔  Ἰησοῦ,  14 ὃς  ἔδωκεν  ἑαυτὸν  ὑπὲρ  ἡμῶν  ἵνα  λυτρώσηται  ἡμᾶς  ἀπὸ  πάσης  ἀνομίας  καὶ  καθαρίσῃ  ἑαυτῷ  λαὸν  περιούσιον,  ζηλωτὴν  καλῶν  ἔργων. 

15 Ταῦτα  λάλει  καὶ  παρακάλει  καὶ  ἔλεγχε  μετὰ  πάσης  ἐπιταγῆς·  μηδείς  σου  περιφρονείτω. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Titus 1
Top of Page
Top of Page