James 4
Study Bible
Warning against Pride

Πόθεν  πόλεμοι  καὶ  πόθεν  μάχαι  ἐν  ὑμῖν;  οὐκ  ἐντεῦθεν,  ἐκ  τῶν  ἡδονῶν  ὑμῶν  τῶν  στρατευομένων  ἐν  τοῖς  μέλεσιν  ὑμῶν;  ἐπιθυμεῖτε,  καὶ  οὐκ  ἔχετε·  φονεύετε  καὶ  ζηλοῦτε,  καὶ  οὐ  δύνασθε  ἐπιτυχεῖν·  μάχεσθε  καὶ  πολεμεῖτε.  οὐκ  ἔχετε  διὰ  τὸ  μὴ  αἰτεῖσθαι  ὑμᾶς·  αἰτεῖτε  καὶ  οὐ  λαμβάνετε,  διότι  κακῶς  αἰτεῖσθε,  ἵνα  ἐν  ταῖς  ἡδοναῖς  ὑμῶν  δαπανήσητε.  μοιχαλίδες,  οὐκ  οἴδατε  ὅτι    φιλία  τοῦ  κόσμου  ἔχθρα  τοῦ  Θεοῦ  ἐστιν;  ὃς  ἐὰν  οὖν  βουληθῇ  φίλος  εἶναι  τοῦ  κόσμου,  ἐχθρὸς  τοῦ  Θεοῦ  καθίσταται.    δοκεῖτε  ὅτι  κενῶς    γραφὴ  λέγει  Πρὸς  φθόνον  ἐπιποθεῖ  τὸ  πνεῦμα    κατῴκισεν  ἐν  ἡμῖν;  μείζονα  δὲ  δίδωσιν  χάριν·  διὸ  λέγει    Θεὸς  ὑπερηφάνοις  ἀντιτάσσεται,  ταπεινοῖς  δὲ  δίδωσιν  χάριν. 

Drawing Near to God

ὑποτάγητε  οὖν  τῷ  Θεῷ·  ἀντίστητε  δὲ  τῷ  διαβόλῳ,  καὶ  φεύξεται  ἀφ’  ὑμῶν·  ἐγγίσατε  τῷ  Θεῷ,  καὶ  ἐγγιεῖ*  ὑμῖν.  καθαρίσατε  χεῖρας,  ἁμαρτωλοί,  καὶ  ἁγνίσατε  καρδίας,  δίψυχοι.  ταλαιπωρήσατε  καὶ  πενθήσατε  καὶ  κλαύσατε·    γέλως  ὑμῶν  εἰς  πένθος  μετατραπήτω  καὶ    χαρὰ  εἰς  κατήφειαν.  10 ταπεινώθητε  ἐνώπιον  Κυρίου,  καὶ  ὑψώσει  ὑμᾶς. 

11 Μὴ  καταλαλεῖτε  ἀλλήλων,  ἀδελφοί.    καταλαλῶν  ἀδελφοῦ    κρίνων  τὸν  ἀδελφὸν  αὐτοῦ  καταλαλεῖ  νόμου  καὶ  κρίνει  νόμον·  εἰ  δὲ  νόμον  κρίνεις,  οὐκ  εἶ  ποιητὴς  νόμου  ἀλλὰ  κριτής.  12 εἷς  ἐστιν  [ὁ]  νομοθέτης  καὶ  κριτής,    δυνάμενος  σῶσαι  καὶ  ἀπολέσαι·  σὺ  δὲ  τίς  εἶ,    κρίνων  τὸν  πλησίον; 

Do Not Boast about Tomorrow

13 Ἄγε  νῦν  οἱ  λέγοντες  Σήμερον    αὔριον  πορευσόμεθα  εἰς  τήνδε  τὴν  πόλιν  καὶ  ποιήσομεν  ἐκεῖ  ἐνιαυτὸν  καὶ  ἐμπορευσόμεθα  καὶ  κερδήσομεν·  14 οἵτινες  οὐκ  ἐπίστασθε  ‹τὸ›  τῆς  αὔριον  ποία    ζωὴ  ὑμῶν·  ἀτμὶς  γάρ  ἐστε    πρὸς  ὀλίγον  φαινομένη,  ἔπειτα  καὶ  ἀφανιζομένη·  15 ἀντὶ  τοῦ  λέγειν  ὑμᾶς  Ἐὰν    Κύριος  θελήσῃ,  καὶ  ζήσομεν  καὶ  ποιήσομεν  τοῦτο    ἐκεῖνο.  16 νῦν  δὲ  καυχᾶσθε  ἐν  ταῖς  ἀλαζονείαις*  ὑμῶν·  πᾶσα  καύχησις  τοιαύτη  πονηρά  ἐστιν.  17 εἰδότι  οὖν  καλὸν  ποιεῖν  καὶ  μὴ  ποιοῦντι,  ἁμαρτία  αὐτῷ  ἐστιν. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

James 3
Top of Page
Top of Page